Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.262 Joseph. AJ 13.267 (English) >>Joseph. AJ 13.272

13.265περὶ μέντοι γραμμάτων ἀπεκρίναντο βουλεύσεσθαι, ὅταν ἀπὸ τῶν ἰδίων σύγκλητος εὐσχολήσῃ, σπουδάσειν τε τοῦ λοιποῦ μηδὲν εἰς αὐτοὺς ἀδίκημα τοιοῦτο γενέσθαι, δοῦναί τε αὐτοῖς τὸν στρατηγὸν Φάννιον χρήματα ἐκ τοῦ δημοσίου, ὅπως ἂν εἰς τὴν οἰκείαν ἐπανέλθοιεν. 13.266Φάννιος μὲν οὖν οὕτως ἀποπέμπει τοὺς τῶν Ἰουδαίων πρέσβεις χρήματά τε δοὺς αὐτοῖς ἐκ τοῦ δημοσίου καὶ δόγμα συγκλήτου πρὸς τοὺς διαπέμψοντας καὶ ἀσφαλῆ παρεξομένους τὴν οἴκαδε παρουσίαν. 13.267

Τὰ μὲν οὖν περὶ Ὑρκανὸν τὸν ἀρχιερέα ἐν τούτοις ὑπῆρχεν, Δημητρίῳ δὲ τῷ βασιλεῖ προθυμουμένῳ στρατεύειν ἐπὶ Ὑρκανὸν οὐκ ἐξεγένετο καιρὸς οὐδὲ ἀφορμὴ τῶν τε Σύρων καὶ τῶν στρατιωτῶν πρὸς αὐτὸν ἀπεχθανομένων, πονηρὸς γὰρ ἦν, καὶ πεμψάντων πρὸς Πτολεμαῖον τὸν Φύσκωνα ἐπικληθέντα πρέσβεις, ὅπως τινὰ τῶν ἐκ τοῦ Σελεύκου γένους παραδῷ αὐτοῖς ἀποληψόμενον τὴν βασιλείαν. 13.268τοῦ δὲ Πτολεμαίου πέμψαντος Ἀλέξανδρον μετὰ στρατιᾶς τὸν Ζεβίναν ἐπιλεγόμενον καὶ μάχης πρὸς τὸν Δημήτριον γενομένης, μὲν ἡττηθεὶς τῇ μάχῃ φεύγει πρὸς Κλεοπάτραν τὴν γυναῖκα εἰς Πτολεμαΐδα καὶ μὴ δεξαμένης αὐτὸν τῆς γυναικὸς ἐκεῖθεν ἀπελθὼν εἰς Τύρον ἁλίσκεται καὶ πολλὰ παθὼν ὑπὸ τῶν μισούντων ἀπέθανεν. 13.269Ἀλέξανδρος δὲ τὴν βασιλείαν παραλαβὼν φιλίαν ποιεῖται πρὸς Ὑρκανὸν τὸν ἀρχιερέα. ἔπειτα πολεμήσαντος αὐτῷ τοῦ Δημητρίου παιδὸς Ἀντιόχου τοῦ Γρυποῦ ἐπικληθέντος, ἡττηθεὶς τῇ μάχῃ διαφθείρεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.262 Joseph. AJ 13.267 (English) >>Joseph. AJ 13.272

Powered by PhiloLogic